Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.240 Joseph. AJ 5.245 (English) >>Joseph. AJ 5.250

5.243

Ζάβουλος δέ τις τῶν Σικιμιτῶν ἄρχων ξένος ὢν Ἀβιμελέχου ὅσα παροξύνειεν Γυάλης τὸν δῆμον πέμπων ἀγγέλους ἐμήνυεν αὐτῷ καὶ παρῄνει λοχᾶν πρὸ τῆς πόλεως· πείσειν γὰρ Γυάλην ἐξελθεῖν ἐπʼ αὐτόν, καὶ τὸ λοιπὸν ἐπʼ ἐκείνῳ τυγχάνειν ὥστε ἀμύνασθαι· γενομένου γὰρ τούτου διαλλαγὰς αὐτῷ μνηστεύσεσθαι πρὸς τὸν δῆμον. 5.244 τε οὖν Ἀβιμέλεχος ἐκάθισεν ἐνεδρεύων καὶ Γυάλης ἀφυλακτοτέρως διέτριβεν ἐπὶ τοῦ προαστείου καὶ Ζάβουλος σὺν αὐτῷ. ἰδὼν δὲ ὁπλίτας ἐπιφερομένους Γυάλης πρὸς Ζάβουλον ἔλεγεν ἄνδρας αὐτοῖς ἐπιέναι καθωπλισμένους. 5.245τοῦ δὲ σκιὰς εἶναι φαμένου τῶν πετρῶν, πλησίον ἤδη γινομένων τὸ ἀκριβὲς κατανοῶν οὐ σκιὰς ἔλεγε ταῦτʼ εἶναι, λόχον δʼ ἀνδρῶν. καὶ Ζάβουλος, “οὐ σὺ μέντοι, φησίν, Ἀβιμελέχῳ κακίαν ἐπεκάλεις; τί οὖν οὐκ ἐπιδεικνύεις τὸ τῆς ἀρετῆς μέγεθος εἰς μάχην αὐτῷ συμβαλών”; 5.246Γυάλης δὲ θορυβούμενος συνάπτει τοῖς Ἀβιμελέχου καὶ πίπτουσι μέν τινες τῶν σὺν αὐτῷ, φεύγει δʼ αὐτὸς εἰς τὴν πόλιν τοὺς ἄλλους ἀγόμενος. καὶ Ζάβουλος πολιτεύεται Γυάλην ἐκβληθῆναι τῆς πόλεως κατηγορήσας, ὡς μαλακῶς πρὸς τοὺς Ἀβιμελέχου στρατιώτας ἀγωνίσαιτο. 5.247Ἀβιμέλεχος δὲ πυθόμενος ἐξελευσομένους αὖθις κατὰ τρύγητον τοὺς Σικιμίους ἐνέδραις προλοχίζεται τὰ περὶ τὴν πόλιν, καὶ προελθόντων μὲν τρίτη μοῖρα τῆς στρατιᾶς καταλαμβάνει τὰς πύλας ἀφαιρησομένη τὴν εἴσοδον τοὺς πολίτας, οἱ δʼ ἄλλοι σκιδναμένους μεταθέουσι, πανταχοῦ τε φόνος ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.240 Joseph. AJ 5.245 (English) >>Joseph. AJ 5.250

Powered by PhiloLogic